Ἁγνὴ Παρθένε este un imn marian scris de Sfântul Nectarie al Pentapolei și asociat cu Θεοτοκάριον μικρόν. Mai jos este păstrat textul istoric grec.
Ἁγνὴ Παρθένε · Greek
Ἁγνὴ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε
Χαῖρε Νύμφη ἀνύμφευτε.
Παρθένε Μῆτερ Ἄνασσα, πανένδροσέ τε πόκε
Χαῖρε Νύμφη ἀνύμφευτε.
Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα
Χαῖρε Νύμφη ἀνύμφευτε.
Χαρὰ παρθενικῶν χορῶν, ἀγγέλων ὑπερτέρα
Χαῖρε Νύμφη ἀνύμφευτε.
Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα
Χαῖρε Νύμφη ἀνύμφευτε.
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα
Χαῖρε Νύμφη ἀνύμφευτε.
Μαρία ἀειπάρθενε, κόσμου παντὸς Κυρία
Χαῖρε Νύμφη ἀνύμφευτε.
Ἄχραντε Νύμφη πάναγνε, Δέσποινα Παναγία
Χαῖρε Νύμφη ἀνύμφευτε.
Μαρία Νύμφη Ἄνασσα, χαρᾶς ἡμῶν αἰτία
Χαῖρε Νύμφη ἀνύμφευτε.
Κορή σεμνή Βασίλισσα, Μήτηρ ὑπεραγία
Χαῖρε Νύμφη ἀνύμφευτε.
Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα
Χαῖρε Νύμφη ἀνύμφευτε.
Τῶν ἀσωμάτων Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα
Χαῖρε Νύμφη ἀνύμφευτε.
Χαῖρε τὸ ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων
Χαῖρε Νύμφη ἀνύμφευτε.
Χαῖρε ᾠδὴ τῶν Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων
Χαῖρε Νύμφη ἀνύμφευτε.
Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας
Χαῖρε Νύμφη ἀνύμφευτε.
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθαρσίας
Χαῖρε Νύμφη ἀνύμφευτε.
Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας
Χαῖρε Νύμφη ἀνύμφευτε.
Χαῖρε τὸ ξύλον τῆς ζωῆς, πηγὴ ἀθανασίας
Χαῖρε Νύμφη ἀνύμφευτε.
Σὲ ἱκετεύω Δέσποινα, Σὲ νῦν ἐπικαλοῦμαι
Χαῖρε Νύμφη ἀνύμφευτε.
Σὲ δυσωπῶ Παντάνασσα, Σὴν χάριν ἐξαιτοῦμαι
Χαῖρε Νύμφη ἀνύμφευτε.
Κορή σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία
Χαῖρε Νύμφη ἀνύμφευτε.
Θερμῶς ἐπικαλοῦμαί Σε, Ναὲ ἡγιασμένε
Χαῖρε Νύμφη ἀνύμφευτε.
Ἀντιλαβοῦ μου, ῥῦσαί με ἀπὸ τοῦ πολεμίου
Χαῖρε Νύμφη ἀνύμφευτε.
Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου
Χαῖρε Νύμφη ἀνύμφευτε.
Traduceri și cântare
Ediția română nu copiază traduceri moderne fără o proveniență clară. Vom adăuga textul românesc complet dintr-o ediție sigură din punct de vedere al reproducerii. Pentru comparație, Digital Chant Stand al Arhiepiscopiei Grecești din America oferă text grecesc și englezesc.